ΕΠΙΚΟΙΝΩΝΊΑ

siatista
tel-fax 2465021465
agiosdimitrios@agiosdimitriossiatistas.gr

Η ιστορία του Κάϊν και του Άβελ.

kain_kai_avelΚάϊν και Άβελ

Ο Αδάμ ο άντρας, ονόμασε τη γυναίκα του Εύα.
Η Εύα του γέννησε τον Κάιν και μόλις το τέκνο της ήρθε στον κόσμο, εκείνη είπε: "Ο θεός μου έδωσε παιδί".
Λίγο αργότερα, γέννησε ένα άλλο παιδί, που ονομάστηκε Άβελ.

Ο Άβελ έγινε βοσκός και ο Κάιν Καλλιεργητής της γης. Μια μέρα τα δυο παιδιά πρόσφεραν θυσία στο θεό. Ο Κάιν πρόσφερε από τα σπαρτά του και ο Άβελ από τα πρόβατα του. Ο θεός ευχαριστήθηκε από τη θυσία του Άβελ, που ήταν άκακος και καλόκαρδος και είχε αγνή πίστη. Από την προσφορά του Κάιν όμως δεν ευχαριστήθηκε, γιατί η καρδιά του δεν ήταν καλόβολη. Η θυσία του Κάϊν δεν ήταν ευπρόσδεκτη από τον Κύριο, γιατί δεν ήταν ειλικρινής έκφραση αγάπης. Αντίθετα, δέχτηκε τη θυσία του Άβελ, ως καρπό της αγάπης του. Αυτό έκανε τον Κάϊν να νιώσει φθόνο για τον Άβελ.
Όταν το κατάλαβε αυτό ο Κάιν, σκυθρώπιασε και λυπήθηκε.

Ο θεός τότε του είπε:
"Κάιν, γιατί είσαι στενοχωρημένος;"
Ο κακός Κάιν δεν αποκρίθηκε. Η ζήλια για τον αδερφό του, του έτρωγε την καρδιά σαν σκουλήκι. Έτσι, όταν βρέθηκαν και οι δυο στα χωράφια, τον πλησίασε ύπουλα και τον σκότωσε.

Αλλά σε λίγο, άκουσε το θεό να τον ρωτά:
"Πού είναι ο Άβελ, ο αδερφός σου;"
"Δεν ξέρω", αποκρίθηκε ο Κάιν. "Μην είμαι ο φύλακας του αδερφού μου;"
"Τι έκανες;" του είπε ο θεός. "Το αίμα του αδερφού σου φωνάζει σ' εμένα από τη γη. Και η ίδια η γη, που δέχτηκε το αίμα του αδερφού σου, χυμένο από τα δικά σου χέρια, και αυτή τώρα φωνάζει εναντίον σου. Απ' εδώ και πέρα ο κόπος σου δε θα είναι ευλογημένος και θα γυροφέρνεις στη γη αποδιωγμένος".

Ο Κάιν ένιωσε μεγάλο πόνο μέσα του. θα προτιμούσε χίλιες φορές να πεθάνει παρά να κάνει τέτοια ζωή, πικραμένη και γεμάτη απελπισία.

Αλλά ο θεός έβαλε ένα σημάδι στο πρόσωπο του Κάιν, ώστε όποιος τον συναντά να μην τον σκοτώνει.

Κατόπιν ο Κάιν απομακρύνθηκε από το θεό και πήγε και εγκαταστάθηκε στη χώρα Ναίδ, ανατολικά της Εδέμ.

Αργότερα, σ' εκείνη τη χώρα, ο Κάιν πήρε μια γυναίκα και αυτή του χάρισε ένα παιδί, που ονομάστηκε Ενώχ. Ο Κάιν, επίσης, έχτισε εκεί και μια πόλη, που πήρε το όνομα του παιδιού του, Ενώχ.

. 1αδαμ δὲ ἔγνω ευαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν τὸν καιν καὶ εἶπεν ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ 2καὶ προσέθηκεν τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν αβελ καὶ ἐγένετο αβελ ποιμὴν προβάτων καιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν 3καὶ ἐγένετο μεθ' ἡμέρας ἤνεγκεν καιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ 4καὶ αβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ αβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ 5ἐπὶ δὲ καιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν καὶ ἐλύπησεν τὸν καιν λίαν καὶ συνέπεσεν τῷ προσώπῳ 6καὶ εἶπεν κύριος ὁ θεὸς τῷ καιν ἵνα τί περίλυπος ἐγένου καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου 7οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς ὀρθῶς δὲ μὴ διέλῃς ἥμαρτες ἡσύχασον πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξεις αὐτοῦ.  8καὶ εἶπεν καιν πρὸς αβελ τὸν ἀδελφὸν αὐτοῦ διέλθωμεν εἰς τὸ πεδίον καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ καὶ ἀνέστη καιν ἐπὶ αβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν.

9καὶ εἶπεν ὁ θεὸς πρὸς καιν ποῦ ἐστιν αβελ ὁ ἀδελφός σου ὁ δὲ εἶπεν οὐ γινώσκω μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ 10καὶ εἶπεν ὁ θεός τί ἐποίησας φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς 11καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς ἣ ἔχανεν τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου 12ὅτι ἐργᾷ τὴν γῆν καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς 13καὶ εἶπεν καιν πρὸς τὸν κύριον μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με 14εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς καὶ ἔσται πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με 15καὶ εἶπεν αὐτῷ κύριος ὁ θεός οὐχ οὕτως πᾶς ὁ ἀποκτείνας καιν ἑπτὰ ἐκδικούμενα παραλύσει καὶ ἔθετο κύριος ὁ θεὸς σημεῖον τῷ καιν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν

16ἐξῆλθεν δὲ καιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ ναιδ κατέναντι εδεμ

17καὶ ἔγνω καιν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν τὸν ενωχ καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασεν τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ ενωχ 18ἐγενήθη δὲ τῷ ενωχ γαιδαδ καὶ γαιδαδ ἐγέννησεν τὸν μαιηλ καὶ μαιηλ ἐγέννησεν τὸν μαθουσαλα καὶ μαθουσαλα ἐγέννησεν τὸν λαμεχ 19καὶ ἔλαβεν ἑαυτῷ λαμεχ δύο γυναῖκας ὄνομα τῇ μιᾷ αδα καὶ ὄνομα τῇ δευτέρᾳ σελλα 20καὶ ἔτεκεν αδα τὸν ιωβελ οὗτος ἦν ὁ πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων 21καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ιουβαλ οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν 22σελλα δὲ ἔτεκεν καὶ αὐτὴ τὸν θοβελ καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου ἀδελφὴ δὲ θοβελ νοεμα

23εἶπεν δὲ λαμεχ ταῖς ἑαυτοῦ γυναιξίν αδα καὶ σελλα ἀκούσατέ μου τῆς φωνῆς γυναῖκες λαμεχ ἐνωτίσασθέ μου τοὺς λόγους ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί

24ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ καιν ἐκ δὲ λαμεχ ἑβδομηκοντάκις ἑπτά

25ἔγνω δὲ αδαμ ευαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ σηθ λέγουσα ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ αβελ ὃν ἀπέκτεινεν καιν 26καὶ τῷ σηθ ἐγένετο υἱός ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ ενως οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ

αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν αδαμ κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν 2ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτῶν αδαμ ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς

3ἔζησεν δὲ αδαμ διακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ σηθ 4ἐγένοντο δὲ αἱ ἡμέραι αδαμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν σηθ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας 5καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι αδαμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη καὶ ἀπέθανεν

6ἔζησεν δὲ σηθ διακόσια καὶ πέντε ἔτη καὶ ἐγέννησεν τὸν ενως 7καὶ ἔζησεν σηθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ενως ἑπτακόσια καὶ ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας 8καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι σηθ ἐννακόσια καὶ δώδεκα ἔτη καὶ ἀπέθανεν

9καὶ ἔζησεν ενως ἑκατὸν ἐνενήκοντα ἔτη καὶ ἐγέννησεν τὸν καιναν 10καὶ ἔζησεν ενως μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν καιναν ἑπτακόσια καὶ δέκα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας 11καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ενως ἐννακόσια καὶ πέντε ἔτη καὶ ἀπέθανεν

12καὶ ἔζησεν καιναν ἑκατὸν ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν μαλελεηλ 13καὶ ἔζησεν καιναν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν μαλελεηλ ἑπτακόσια καὶ τεσσαράκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας 14καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι καιναν ἐννακόσια καὶ δέκα ἔτη καὶ ἀπέθανεν

15καὶ ἔζησεν μαλελεηλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν ιαρεδ 16καὶ ἔζησεν μαλελεηλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ιαρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας 17καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι μαλελεηλ ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη καὶ ἀπέθανεν

18καὶ ἔζησεν ιαρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν ενωχ 19καὶ ἔζησεν ιαρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ενωχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας 20καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ιαρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη καὶ ἀπέθανεν

21καὶ ἔζησεν ενωχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν μαθουσαλα 22εὐηρέστησεν δὲ ενωχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν μαθουσαλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας 23καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ενωχ τριακόσια ἑξήκοντα πέντε ἔτη 24καὶ εὐηρέστησεν ενωχ τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο ὅτι μετέθηκεν αὐτὸν ὁ θεός

25καὶ ἔζησεν μαθουσαλα ἑκατὸν καὶ ἑξήκοντα ἑπτὰ ἔτη καὶ ἐγέννησεν τὸν λαμεχ 26καὶ ἔζησεν μαθουσαλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν λαμεχ ὀκτακόσια δύο ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας 27καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι μαθουσαλα ἃς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη καὶ ἀπέθανεν

28καὶ ἔζησεν λαμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη καὶ ἐγέννησεν υἱὸν 29καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ νωε λέγων οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεός 30καὶ ἔζησεν λαμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν νωε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας 31καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι λαμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη καὶ ἀπέθανεν